Add parallel Print Page Options

Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ [a]ἐγκακοῦμεν, ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας [b]συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ [c]αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ [d]Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς [e]λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [f]Χριστοῦ.

Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν [g]τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε [h]ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.

13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας [i]τὸν Ἰησοῦν καὶ ἡμᾶς [j]σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

16 Διὸ οὐκ [k]ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ [l]ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως [m]ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, [n]εἴ γε καὶ [o]ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, [p]ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.

Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου, διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον· διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε [q]φαῦλον.

11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 [r]οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ [s]μὴ ἐν καρδίᾳ. 13 εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο [t]ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.

16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· [u]εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν [v]καινά· 18 τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ [w]διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 20 ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21 [x]τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς· λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ [y]συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· 12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· 13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς.

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, [z]ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 15 τίς δὲ συμφώνησις [aa]Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; [ab]ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί [ac]μου λαός. 17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.

Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. [ad]πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.

Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν [ae]ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι— ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην ([af]βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς), νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον [ag]ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν [ah]λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς [ai]εἶναι τῷ πράγματι. 12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ [aj]ἕνεκεν τοῦ ἀδικήσαντος, [ak]οὐδὲ [al]ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ [am]ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. 13 διὰ τοῦτο παρακεκλήμεθα.

Ἐπὶ δὲ τῇ παρακλήσει [an]ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· 14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν [ao]ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.

Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς [ap]τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν· ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ [aq]παρὰ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους— καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην· ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ [ar]ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.

Οὐ κατ’ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων· γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν [as]ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, [at]ὑμῖν θλῖψις· ἀλλ’ ἐξ ἰσότητος 14 ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· 15 καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.

16 Χάρις δὲ τῷ θεῷ τῷ [au]διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18 συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν— 19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν [av]σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν [aw]αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν— 20 στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν, 21 [ax]προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. 23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς [ay]ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.

Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ [az]τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ [ba]λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει [bb]ταύτῃ. ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν [bc]εἰς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν [bd]προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.

Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. ἕκαστος καθὼς [be]προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. [bf]δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· (καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· 10 ὁ δὲ ἐπιχορηγῶν [bg]σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν [bh]χορηγήσει καὶ [bi]πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ [bj]αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·) 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— 12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν. 15 [bk]χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

10 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα— τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.

Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν [bl]ἐφ’ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ [bm]ἡμεῖς. ἐάν [bn]τε [bo]γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ [bp]κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· 10 ὅτι Αἱ [bq]ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος. 11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.

12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν. 13 ἡμεῖς δὲ [br]οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν— 14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ— 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17 Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω· 18 οὐ γὰρ ὁ ἑαυτὸν [bs]συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν ὁ κύριος συνίστησιν.

11 Ὄφελον ἀνείχεσθέ μου μικρόν [bt]τι [bu]ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:1 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:2 συνιστάνοντες WH NIV ] συνιστάντες Treg; συνιστῶντες RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:4 αὐγάσαι WH Treg NIV ] + αὐτοῖς RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:5 Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NIV
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 λάμψει WH Treg NIV ] λάμψαι RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:10 τοῦ WH Treg NIV ] + κυρίου RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:12 WH Treg NIV ] + μὲν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 τὸν Holmes WHmarg ] + κύριον WH Treg NIV RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 σὺν WH Treg NIV ] διὰ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἔσω ἡμῶν WH Treg NIV ] ἔσωθεν RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:17 ἡμῶν Treg NIV RP ] – WH
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:3 εἴ γε WH NIV RP ] εἴ περ Treg
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:3 ἐνδυσάμενοι WH Treg NIV RP ] ἐκδυσάμενοι NA
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:5 WH Treg NIV ] + καὶ RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:10 φαῦλον WH Treg NIV ] κακόν RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:12 οὐ WH Treg NIV ] + γὰρ RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:12 μὴ ἐν WH Treg NIV ] οὐ RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:14 ὅτι WH Treg NIV ] + εἰ RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:16 εἰ WH Treg NIV ] + δὲ RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:17 καινά WH Treg NIV ] + τὰ πάντα RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:18 διὰ WH Treg NIV ] + Ἰησοῦ RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 5:21 τὸν WH Treg NIV ] + γὰρ RP
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:4 συνιστάνοντες WH ] συνιστάντες NIV Treg; συνιστῶντες RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:14 ἢ τίς WH Treg NIV ] Τίς δὲ RP
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:15 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν WH Treg NIV] Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε RP
  29. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 μου WH Treg NIV ] μοι RP
  30. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:3 πρὸς κατάκρισιν οὐ WH Treg NIV ] Οὐ πρὸς κατάκρισιν RP
  31. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:5 ἔσχηκεν WH NIV RP ] ἔσχεν Treg
  32. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:8 βλέπω WH Treg ] βλέπων WHapp; βλέπω γὰρ NIV RP
  33. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:10 ἐργάζεται WH Treg NIV ] κατεργάζεται RP
  34. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:11 λυπηθῆναι WH Treg NIV ] + ὑμᾶς RP
  35. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:11 εἶναι WH Treg NIV ] + ἐν RP
  36. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:12 *ἕνεκεν WH Treg NIV ] εἵνεκεν RP
  37. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:12 οὐδὲ Treg NIV RP] ἀλλ’ οὐδὲ WH
  38. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:12 *ἕνεκεν WH Treg NIV ] εἵνεκεν RP
  39. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:12 *ἕνεκεν WH Treg NIV ] εἵνεκεν RP
  40. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:13 ἡμῶν WH Treg NIV ] ὑμῶν RP
  41. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 7:14 Treg NIV RP ] – WH
  42. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:2 τὸ πλοῦτος WH Treg NIV ] τὸν πλοῦτον RP
  43. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:3 παρὰ WH Treg NIV ] ὑπὲρ RP
  44. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:7 ἡμῶν ἐν ὑμῖν WH NA ] ὑμῶν ἐν ἡμῖν Treg NIV RP
  45. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:12 ἔχῃ WH Treg NIV ] + τις RP
  46. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:13 ὑμῖν WH Treg NIV ] + δὲ RP
  47. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:16 διδόντι WH Treg RP ] δόντι NIV
  48. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:19 σὺν NIV RP ] ἐν WH Treg
  49. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:19 αὐτοῦ NIV RP ] – WH Treg
  50. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:21 προνοοῦμεν γὰρ WH Treg NIV ] προνοούμενοι RP
  51. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:24 ἐνδεικνύμενοι Treg NIV ] ἐνδείξασθε WH RP
  52. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:2 τὸ WH Treg NIV ] ὁ ἐξ RP
  53. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:4 λέγωμεν WH Treg RP ] λέγω NIV
  54. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:4 ταύτῃ WH Treg NIV ] + τῆς καυχήσεως RP
  55. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:5 εἰς WH NIV RP ] πρὸς Treg
  56. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:5 προεπηγγελμένην WH Treg NIV ] προκατηγγελμένην RP
  57. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:7 προῄρηται WH Treg NIV ] προαιρεῖται RP
  58. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:8 δυνατεῖ WH Treg NIV ] Δυνατὸς RP
  59. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 σπόρον Treg NIV ] σπέρμα WH RP
  60. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 χορηγήσει WH Treg NIV ] χορηγήσαι RP
  61. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 πληθυνεῖ WH Treg NIV ] πληθύναι RP
  62. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:10 αὐξήσει WH Treg NIV ] αὐξήσαι RP
  63. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9:15 χάρις WH Treg NIV ] + δὲ RP
  64. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:7 ἐφ᾽ WH Treg NIV ] ἀφ᾽ RP
  65. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:7 ἡμεῖς WH Treg NIV ] + Χριστοῦ RP
  66. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:8 τε WH NIV RP ] – Treg
  67. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:8 γὰρ WH Treg NIV ] + καὶ RP
  68. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:8 κύριος WH Treg NIV ] + ἡμῖν RP
  69. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:10 ἐπιστολαὶ μέν WH Treg NIV ] μέν ἐπιστολαὶ RP
  70. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:13 οὐκ WH Treg NIV ] οὐχὶ RP
  71. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 10:18 συνιστάνων WH Treg NIV ] συνιστῶν RP
  72. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:1 τι WH Treg NIV ] – RP
  73. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:1 ἀφροσύνης WH Treg NIV ] τῇ ἀφροσύνῃ RP